ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σουὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸνμελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.τί ποτε πρᾶγμα γενήσεται;φροντίζειν γὰρ ἔγωγʼ ἔχω,τίνʼ ἄρα μέμψιν ἐποίσειἀνδρὶ τῷ πολὺ πλεῖστα δὴκαὶ κάλλιστα μέλη ποιήσαντιτῶν μέχρι νυνί.θαυμάζω γὰρ ἔγωγʼ ὅπῃμέμψεταί ποτε τοῦτοντὸν Βακχεῖον ἄνακτα,καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούωνἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;δύο σοὶ κόπω Αἰσχύλε τούτω.κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶνἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,τοφλαττοθρατ τοφλαττοθρατ,Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,