οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶτὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,ἢ δυσγενὴς ὤν—ληκύθιον ἀπώλεσεν.Εὐριπίδη—τί ἔσθʼ;ὑφέσθαι μοι δοκεῖ·τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼνἈγήνορος παῖς—ληκύθιον ἀπώλεσεν.ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.τὸ τί;ἐγὼ πρίωμαι τῷδʼ;ἐὰν πείθῃ γʼ ἐμοί.οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγεινἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼνθοαῖσιν ἵπποις—ληκύθιον ἀπώλεσεν.ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.Οἰνεύς ποτʼ ἐκ γῆς—ληκύθιον ἀπώλεσεν.ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυνθύων ἀπαρχάς—ληκύθιον ἀπώλεσεν.μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο—