ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέατῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφηἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενονχειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέοςκαὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·εἶτʼ ἐξετύφλωσεν αὑτόν.εὐδαίμων ἄρʼ ἦν,εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσωτὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖςἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;ἑνὸς μόνου.ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.ἰδού, σὺ δείξεις;φημί.καὶ δὴ χρὴ λέγειν.Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃἌργος κατασχών—ληκύθιον ἀπώλεσεν.τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖςκαθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάταπηδᾷ χορεύων—ληκύθιον ἀπώλεσεν.