οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν ἘριούνιονἙρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγωνὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας—ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.πῶς δίς;σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.νὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι,χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένεἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.πῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;ἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.πέραινε τοίνυν ἕτερον.ἴθι πέραινε σὺΑἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶκλύειν ἀκοῦσαι.τοῦθʼ ἕτερον αὖθις λέγει,κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;ἐγὼ φράσω.κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃςἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.