τοῖς θεωμένοισιν, ὡς τὰλεπτὰ μὴ γνῶναι λεγόντοιν,μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.ἐστρατευμένοι γάρ εἰσι,βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·αἱ φύσεις τʼ ἄλλως κράτισται,νῦν δὲ καὶ παρηκόνηνται.μηδὲν οὖν δείσητον, ἀλλὰπάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέροςπρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.καὶ ποῖον αὐτοῦ βασανιεῖς;πολλοὺς πάνυ.πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε.Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.τούτων ἔχεις ψέγειν τι;πλεῖν ἢ δώδεκα.ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.ἐγὼ σιωπῶ τῷδʼ;ἐὰν πείθῃ γʼ ἐμοί.εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον.ὁρᾷς ὅτι ληρεῖς;ἀλλʼ ὀλίγον γέ μοι μέλει.πῶς φῄς μʼ ἁμαρτεῖν;αὖθις ἐξ ἀρχῆς λέγε.Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη.οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγειτῷ τοῦ πατρὸς τεθνεῶτος;οὐκ ἄλλως λέγω.πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετοαὐτοῦ βιαίως ἐκ γυναικείας χερὸςδόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη;