εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεντῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισενἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶνὑπογραμματέων ἀνεμεστώθηκαὶ βωμολόχων δημοπιθήκωνἐξαπατώντων τὸν δῆμον ἀεί,λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρεινὑπʼ ἀγυμνασίας ἔτι νυνί.μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθηνΠαναθηναίοισι γελῶν, ὅτε δὴβραδὺς ἄνθρωπός τις ἔθει κύψαςλευκὸς πίων ὑπολειπόμενοςκαὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆςἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦγαστέρα πλευρὰς λαγόνας πυγήν,ὁ δὲ τυπτόμενος ταῖσι πλατείαιςὑποπερδόμενοςφυσῶν τὴν λαμπάδʼ ἔφευγεν.μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.χαλεπὸν οὖν ἔργον διαιρεῖν,ὅταν ὁ μὲν τείνῃ βιαίως,ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.ἀλλὰ μὴ ʼν ταὐτῷ κάθησθον·ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.ὅ τι περ οὖν ἔχετον ἐρίζειν,λέγετον ἔπιτον ἀνά τε δέρετοντά τε παλαιὰ καὶ τὰ καινά,κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ