φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω.οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθίακαὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.οὗτος σὲ καλῶ, σὲ λέγω.τί καλεῖς;τούτους μὲν ἄγων μετὰ σαυτοῦἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαιςκατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνακαὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνηἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.ἆρά γʼ οἶσθʼ ὅτιἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.ἴωμεν.ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.ὦ φίλη, ὦ ξουθή,ὦ φίλτατον ὀρνέωνπάντων, ξύννομε τῶν ἐμῶνὕμνων, ξύντροφʼ ἀηδοῖ,ἦλθες ἦλθες ὤφθης,ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ.ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼαὐλὸν φθέγμασιν ἠρινοῖς,ἄρχου τῶν ἀναπαίστων.ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά,ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,