θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροιςκαὶ τοῖς κοτίνοις στάντες ἔχοντεςκριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖςἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶνδιδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖνπαραχρῆμʼ ἔσταιπυροὺς ὀλίγους προβαλοῦσιν.ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοιςἐπηπείλησα καὶ κατώμοσα,ἢν σὺ παρʼ ἐμὲ θέμενοςὁμόφρονας λόγους δικαίουςἀδόλους ὁσίουςἐπὶ θεοὺς ἴῃς, ἐμοὶφρονῶν ξυνῳδά, μὴ πολὺν χρόνονθεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς·ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτιὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γεεἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴνκαὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,καὶ τοὔνομʼ ἡμῖν φράσατον.ἀλλὰ ῥᾴδιον.ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶΕὐελπίδης Κριῶθεν.ἀλλὰ χαίρετονἄμφω.δεχόμεθα.δεῦρο τοίνυν εἴσιτον.ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.ἴθι.ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω;καλῶς.ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοιςἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς