ἀναθεὶς γὰρ ἐγώ σοιτὰ νεοττία κἀμαυτὸν οἰκήσω.ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺπεριτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν·κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ,ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖνδιὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινονκαὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλεινσφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας.τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντωςτοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον·ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν·ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν·ἢν δʼ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας·κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστʼ ὀρχίλος ὄρνις,ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,οἳ πετόμεσθα πτέρυγάς τʼ ἔχομεν;ληρεῖς· καὶ νὴ Δίʼ ὅ γʼ Ἑρμῆςπέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δίʼ Ἔρως γε·Ἥρην δέ γʼ Ὅμηρος ἔφασκʼ ἰκέλην εἶναι τρήρωνι πελείῃ.ὁ Ζεὺς δʼ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲνκαὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμʼ αὐτῶν ἀνακάψαι·κἄπειτʼ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.οὐκ ἐθελήσει μὰ Δίʼ, ἀλλʼ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.οἱ δʼ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ·εἶθʼ ὅ γʼ Ἀπόλλων ἰατρός γʼ ὢν ἰάσθω· μισθοφορεῖ δέ.