τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε.ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοιἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ· καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα,ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύωναἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν;ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν,τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες·Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι.οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τʼ ἐνόμιζον,νῦν δʼ ἀνδράποδʼ ἠλιθίους Μανᾶς·ὥσπερ δʼ ἤδη τοὺς μαινομένουςβάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖςπᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴςἵστησι βρόχους παγίδας ῥάβδουςἕρκη νεφέλας δίκτυα πηκτάς·εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους·οἱ δʼ ὠνοῦνται βλιμάζοντες·κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς,ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιονσίλφιον ὄξος καὶ τρίψαντεςκατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν,κἄπειτα κατεσκέδασαν θερμὸντοῦτο καθʼ ὑμῶναὐτῶν ὥσπερ κενεβρείων.πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγουςἤνεγκας ἄνθρωφʼ. ὡς ἐδάκρυσά γʼ ἐμῶνπατέρων κάκην, οἳτάσδε τὰς τιμὰς προγόνων παραδόντωνἐπʼ ἐμοῦ κατέλυσαν.σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίανἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.