αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδαλεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,ὀρθῶς διαιρῶν καὶ σκοπῶν.οἴμοι τάλας.ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλινκίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.ὦ Σωκρατίδιον φίλτατον.τί ὦ γέρον;ἔχω τόκου γνώμην ἀποστερητικήν.ἐπίδειξον αὐτήν.εἰπὲ δή νύν μοι —τὸ τί;γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴνκαθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴαὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;ὅ τι;εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,οὐκ ἂν ἀποδοίην τοὺς τόκους.ὁτιὴ τί δή;ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέραλινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.ποίαν τινά;ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθονταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;τὴν ὕαλον λέγεις;