ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,ἐπʼ ἄλλο πήδανόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.ἀτταταῖ ἀτταταῖ.τί πάσχεις; τί κάμνεις;ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδοςδάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,καὶ τὰς πλευρὰς δαρδάπτουσινκαὶ τὴν ψυχὴν ἐκπίνουσινκαὶ τοὺς ὄρχεις ἐξέλκουσινκαὶ τὸν πρωκτὸν διορύττουσιν,καί μʼ ἀπολοῦσιν.μή νυν βαρέως ἄλγει λίαν.καὶ πῶς; ὅτε μουφροῦδα τὰ χρήματα, φρούδη χροιά,φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖςφρουρᾶς ᾄδωνὀλίγου φροῦδος γεγένημαι.οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;ἐγώ;νὴ τὸν Ποσειδῶ.καὶ τί δῆτʼ ἐφρόντισας;ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.ἀπολεῖ κάκιστʼ.ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸςκἀπαιόλημʼ.οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοιἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.οὗτος καθεύδεις;μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.ἔχεις τι;μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.οὐδὲν πάνυ;οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.