πῶς ἔλαβες αὐτὰς ἐτέον;οὐ γὰρ ὁ Παφλαγὼνἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;νῦν οὖν ἐγώ σοι παραδίδωμʼ ἐς τοὺς ἀγροὺςαὐτὰς ἰέναι λαβόντα.τὸν δὲ Παφλαγόνα,ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποιήσεις κακόν.οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,καί σʼ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶἐς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἦν ὁ φαρμακός.ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,ἵνʼ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθʼ οἱ ξένοι.