καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγωντὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. νυνδὶ φράσον·ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει φράσον.πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.πολλοῖς γʼ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳοὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,ἀλλʼ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.συνερτικὸς γάρ ἐστι καὶ περαντικός,καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ.οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;μὰ Δίʼ ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼτούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδαςσπονδὰς παραδῶ σοι. δεῦρʼ ἴθʼ αἱ Σπονδαὶ ταχύ.ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλαί· πρὸς τῶν θεῶν,ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;