οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο.ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου,πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ-χωρʼ ἐπανθεμίζει.τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃςταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺςἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε-φθῇς μηδὲ δυσφορηθῇς.[τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;[οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω.[μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς;[ ]αν αὐτῇ τῇ κλο[πῇ.[ ε]ἴ γε τἀληθῆ λέ[γεις.[ τ]ἀληθῆ λέγ[ω.[ κεκλο]φεναισαφ[[ ]δε βοῦς πάνυ[ ]ᾳ καθήρ[μ]ο[σε[ ]λου τεμὼν[ ]φο δ[ο]ρα[[ ] ἄρτι μανθάνω χρόνῳ[ ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ[ ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.[σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,[εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς[ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·[τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ[οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει[ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος.[ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν[πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρπ[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.[ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ[χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λέγω.