τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον ἀκμαίων λέσχην καλοῦσι; τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς. ἐκδιδόναι μὲν οὖν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.