τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις; τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες· κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ ἀειναῦται προσηγορεύθησαν.