τίς ὁ βοῦν εὐεργέτῃ θύσας; πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ τὸν νοῦν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς ὑπʼ αὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος. ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμιγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐδεὶς εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλʼ ἢ Πυρρίας