οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.τί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον;τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα,οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ·ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.κοινὸν τόδ’ ἄχος πᾶσι πολίταιςἦλθεν ἀέλπτως.πολλῶν δακρύων ἔσται πίτυλος·τῶν γὰρ μεγάλων ἀξιοπενθεῖςφῆμαι μᾶλλον κατέχουσιν.