εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.φεῦ·εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφονθεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίαςὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμαςσῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸςὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶντόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶντιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳδώσω· κόραι γὰρ ἄζυγες γάμων πάροςκόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦπένθη μέγιστα δακρύων καρπουμένῳ.ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένωνἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼνἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲσὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲθεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶνοὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;