ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται. Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ δι’ αὐτῆς ἐγένετο, οὐδεὶς δὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ οὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν. Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοίων τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὔκ ἐστι.δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν (οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν), οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλʼ οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσὶ τὸ ἔσχατον ὀρεκτόν. παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. Μόνος δὲ ὁ Πατήρ, φησίν, ἐπίσταται, ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης. ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλʼ αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπών, μεθʼ ἣν οὐκ ἔστιν ἑτέρα. τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλʼ ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵνʼ οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι.κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πότε ἀποκαθιστάνεὶς τὴν βασιλείαν τῷ Ἰσραήλ; φησίν, Οὐχ ἡμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις. Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίαν δέ, οὓς μὴ κατέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων. χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος, Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ. Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρʼ ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλʼ ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας. Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται, Κύριος γάρ, φησίν, ἔκτισέ με.