καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων. Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι’ ἡμᾶς ἁμαρτίαν γεγενημένου; γέγραπται γάρ, Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον; τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον, Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος, Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. καί, ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ τὰς ἀσθενίας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. Ἀλλὰ καὶ τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδέν, λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, αὐτεξούσιον ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται.Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. καὶ πάλιν, πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί. Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. εἰ δὲ δοῦλόν ἐστι, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατʼ οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται. οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. ἀλλʼ οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης. Ἔπειτα εἰ κτίσμα λέγει τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ.ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ; Εἰ δὲ δεῖ προβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δέ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δέ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις. καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται, Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. τί δʼ ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ Ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε. Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. τί φησιν; ὅτι Ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. πᾶς δὲ ναὸς Θεοῦ ναός. εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. λέγεται δὲ καὶ ναὸς Σολομῶντος, ἀλλʼ ὡς κατασκευάσαντος.