οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως. Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; εἰ δὲ ἃ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς σνγγενεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως, τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος. Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, καὶ οὐδὲν κοινὸν δι’ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπόδικον φιλοχρηματίας καταστήσῃς.εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ᾧ ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή. Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος, ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν. Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων·Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. πολλοῖς δὲ μετʼ αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασάνιζόν μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα. Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται.