Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος οἶκον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. καὶ γὰρ ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ.Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν, ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρίαν αὐτοῦ ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ ὁ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ. Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς.κρεῖσσον γὰρ ἡ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός. Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος. μὴ ἔσο φιλενδείκτης, περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία ἀλλʼ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα.