ἡμεῖς δὲ οὔτε ἐδιδάχθημέν τι, οὔτε ἐμαθητεύθημεν τῷ ἀνδρί, οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι. Διόδωρον δέ, ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ, τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα· νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν, δι’ ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται. Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθεὶς ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολήν, οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ· καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον, καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη, καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατʼ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην, εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος, μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλʼ οἷόν τις πῶλος ἀδάμαστος, οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο· τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρʼ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; ταῦτα κατʼ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ, καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπʼ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ νυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον.Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, ὃ παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, δι’ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ·διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον. Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται. οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος; τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον.