Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας, καὶ ἐνέτυχον ἡδέως. πῶς γὰρ οὐκ ἔμελλον, καὶ παρὰ ἀνδρὸς συνετοῦ γεγραμμένοις, καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ, εἰ Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς τοὺς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος· οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου, καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας, ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μεταβολῇ ἐνδεικνύμενος. καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδεξάμην τοῦτο δυσκόλως. οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος, ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξει τῶν ἀδελφῶν δυσχεραίνειν. τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι, ὥστε μικροῦ καὶ ἐγέλασα ἐπʼ αὐτοῖς, εἴ τοσούτων ὄντων καὶ τηλικούτων, ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότερον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραψας τὴν ἔκπληξιν πεπονθέναι. ἄρʼ οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγμάτων ἐξετάζειν τὴν φύσιν, τοῖς ἀνθρώποις προσέχουσι, περὶ ὧν οἱ λόγοι, καὶ γίνονται, οὐχὶ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμενοι τῆς παραινέσεως, ὅτι Ἐπιγινώσκειν πρόσωπον ἐν κρίσει, οὐ καλόν. Πλὴν ἀλλʼ ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. ὅτι οὐδὲν παρʼ ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον, γέγονε τῆς διαστάσεως αἴτιον·ἀλλʼ ἄνθρωποι μισοῦντες ἡμᾶς, δι’ ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς, καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα, ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας. ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθʼ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι· τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρός, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρʼ ἡμῶν· ὑπεγράφη δέ ὡς ὑπεγράφη, καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν. Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρʼ ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρʼ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρʼ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι·ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν, ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων. καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν, οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον, ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους· πλήν γε δή, ὅτι σφοδρὰ ἦν τὰ ῥήματα, καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι, καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινούμεθα. χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς, ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας. Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως, ὅτι Ἀπολλιναρίῳ, φησίν, ἐπεστείλαμεν, καὶ τὸν συμπρεσβύτερον ἡμῶν Διόδωρον ἔχομεν κοινωνικόν. ἐγὼ δὲ Ἀπολλινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλʼ ἔστιν ἐφʼ οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα, ὥστε τὰ ἐκείνου ἐγκλήματα αὐτὸς ὑποδέχεσθαι· ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ, ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον, ἢ ἀποσταλὲν ὑποδεξάμενος. ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετύχηκα τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τις εἰμὶ πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθʼ ὃν δεῖ τρόπον συγχωρεῖ παραμένειν. τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; καίτοι εἰ δεῖ ἄλλον ὑπὲρ ἄλλου τὰς εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολλιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου. καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου αὐτοῦ μαθητοῦ.