εἶθ̓ οἱ μὲν τοῖς γόησι πεπιστευκότες τὰ περίαπτα καὶ τὰς ἐπαοιδὰς ὡς σωτηρίους δῆθεν ἀποδέχονται, ὑμεῖς δὲ οὐ βούλεσθε τὸν οὐράνιον αὐτὸν περιάψασθαι, τὸν σωτῆρα λόγον, καὶ τῇ ἐπῳδῇ τοῦ θεοῦ πιστεύσαντες ἀπαλλαγῆναι μὲν παθῶν, ἃ δὴ ψυχῆς νόσοι, ἀποσπασθῆναι δὲ ἁμαρτίας ; θάνατος γὰρ ἀίδιος ἁμαρτία. ἦ τέλεον νωδοὶ καὶ τυφλοὶ καθάπερ οἱ σπάλακες οὐδὲν ἄλλο ἢ ἐσθίοντες ἐν σκότῳ διαιτᾶσθε, περικαταρρέοντες τῇ φθορᾷ. ἀλλ’ ἔστιν, ἔστιν ἡ ἀλήθεια ἡ κεκραγυῖα ἐκ σκότους φῶς λάμψει. λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρωπον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασμιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ ἐγκελευομένου τὰ σωτήρια. ὁ δὲ πειθόμενος αὐτῷ κατὰ πάντα δὴ πλεονεκτεῖ· ἕπεται τῷ θεῷ, πείθεται τῷ πατρί, ἔγνω πλανώμενος αὐτόν, ἠγάπησε τὸν θεόν, ἠγάπησε τὸν πλησίον, ἐπλήρωσε τὴν ἐντολήν, τὸ ἆθλον ἐπιζητεῖ, τὴν ἐπαγγελίαν ἀπαιτεῖ. Πρόκειται δὲ ἀεὶ τῷ θεῷ τὴν ἀνθρώπων ἀγέλην σῴζειν. ταύτῃ καὶ τὸν ἀγαθὸν ποιμένα ὁ ἀγαθὸς ἀπέστειλεν θεός· ἁπλώσας δὲ ὁ λόγος τὴν ἀλήθειαν ἔδειξε τοῖς ἀνθρώποις τὸ ὕψος τῆς σωτηρίας, ὅπως ἢ μετανοήσαντες σωθῶσιν ἢ μὴ ὑπακούσαντες κριθῶσιν. τοῦτο τῆς δικαιοσύνης τὸ κήρυγμα, ὑπακούουσιν εὐαγγέλιον, παρακούσασιν κριτήριον. ἀλλὰ σάλπιγξ μὲν ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν, Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς εἰρηνικοὺς στρατιώτας τοὺς ἑαυτοῦ; συνήγαγε μὲν οὖν, ὦ ἄνθρωπε, τὸ στρατιωτικὸν τὸ ἀναίμακτον αἵματι καὶ λόγῳ, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν αὐτοῖς ἐνεχείρισεν. σάλπιγξ ἐστὶ Χριστοῦ τὸ εὐαγγέλιον αὐτοῦ·ὁ μὲν ἐσάλπισεν, ἡμεῖς δὲ ἠκούσαμεν. ἐξοπλισώμεθα εἰρηνικῶς, ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν ἀσπίδα τῆς πίστεως ἀναλαβόντες καὶ τὴν κόρυν τοῦ σωτηρίου περιθέμενοι καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὃ ἐστι ῥῆμα θεοῦ, ἀκονήσωμεν. οὕτως ἡμᾶς ὁ ἀπόστολος εἰρηνικῶς ἐκτάττει· ταῦτα ἡμῶν τὰ ὅπλα τὰ ἄτρωτα· τούτοις ἐξοπλισάμενοι παραταξώμεθα τῷ πονηρῷ· τὰ πεπυρακτωμένα τοῦ πονηροῦ ἀποσβέσωμεν βέλη ταῖς ὑδατίναις ἀκμαῖς ταῖς ὑπὸ τοῦ λόγου βεβαμμέναις, εὐχαρίστοις ἀμειβόμενοι τὰς εὐποιίας εὐλογίαις καὶ τὸν θεὸν τῷ θείῳ γεραίροντες λόγῳ. ἔτι γὰρ λαλοῦντός σου ἐρεῖ, φησίν, ἰδοὺ πάρειμι. Ὢ τῆς ἁγίας καὶ μακαρίας ταύτης δυνάμεως, δι’ ἧς ἀνθρώποις συμπολιτεύεται θεός. λῷον οὖν καὶ ἄμεινον τῆς ἀρίστης τῶν ὄντων οὐσίας μιμητὴν ὁμοῦ καὶ θεραπευτὴν γενέσθαι· οὐ γὰρ μιμεῖσθαί τις δυνήσεται τὸν θεὸν ἢ δι’ ὧν ὁσίως θεραπεύει οὐδ’ αὖ θεραπεύειν καὶ σέβειν ἢ μιμούμενος. ὅ γέ τοι οὐράνιος καὶ θεῖος ὄντως ἔρως ταύτῃ προσγίνεται τοῖς ἀνθρώποις, ὅταν ἐν αὐτῇ που τῇ ψυχῇ τὸ ὄντως καλὸν ὑπὸ τοῦ θείου λόγου ἀναζωπυρούμενον ἐκλάμπειν δυνηθῇ· καὶ τὸ μέγιστον, ἅμα τῷ βουληθῆναι γνησίως τὸ σωθῆναι συντρέχει, ὁμοζυγούντων, ὡς ἔπος εἰπεῖν, προαιρέσεως καὶ ζωῆς. τοιγάρτοι μόνη αὕτη ἡ τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γενομένη. τί δή σε προτρέπω; σωθῆναί σε ἐπείγομαι. τοῦτο Χριστὸς βούλεται· ἑνὶ λόγῳ ζωήν σοι χαρίζεται. καὶ τίς ἐστιν οὗτος; μάθε συντόμως· λόγος ἀληθείας, λόγος ἀφθαρσίας, ὁ ἀναγεννῶν τὸν ἄνθρωπον, εἰς ἀλήθειαν αὐτὸν ἀναφέρων, τὸ κέντρον τῆς σωτηρίας, ὁ ἐξελαύνων τὴν φθοράν, ὁ ἐκδιώκων τὸν θάνατον, ὁ ἐν ἀνθρώποις οἰκοδομήσας νεών, ἵνα ἐν ἀνθρώποις ἱδρύσῃ τὸν θεόν.ἅγνισον τὸν νεών, καὶ τὰς ἡδονὰς καὶ τὰς ῥᾳθυμίας ὥσπερ ἄνθος ἐφήμερον καταλίμπανε ἀνέμῳ καὶ πυρί, σωφροσύνης δὲ τοὺς καρποὺς γεώργησον ἐμφρόνως, καὶ σεαυτὸν ἀκροθίνιον ἀνάστησον τῷ θεῷ, ὅπως οὐκ ἔργον μόνον, ἀλλὰ καὶ χάρις ᾖς τοῦ θεοῦ· πρέπει δὲ ἄμφω τῷ Χριστοῦ γνωρίμῳ, καὶ βασιλείας ἄξιον φανῆναι καὶ βασιλείας κατηξιῶσθαι.