Μικρὸν δέ, εἰ βούλει, ἄνωθεν ἄθρει τὴν θείαν εὐεργεσίαν. ὁ πρῶτος ὁτὲ ἐν παραδείσῳ ἔπαιζε λελυμένος, ἐπεὶ παιδίον ἦν τοῦ θεοῦ· ὅτε δὲ ὑποπίπτων ἡδονῇ ʽὄφις ἀλληγορεῖται ἡδονὴ ἐπὶ γαστέρα ἕρπουσα, κακία γηΐνη, εἰς ὕλας τρεφομένηʼ ʼπαρήγετο ἐπιθυμίαις, ὁ παῖς ἀνδριζόμενος ἀπειθείᾳ καὶ παρακούσας τοῦ πατρὸς ᾐσχύνετο τὸν θεόν. οἷον ἴσχυσεν ἡδονή· ὁ δι’ ἁπλότητα λελυμένος ἄνθρωπος ἁμαρτίαις εὑρέθη δεδεμένος. τῶν δεσμῶν λῦσαι τοῦτον ὁ κύριος αὖθις ἠθέλησεν, καὶ σαρκὶ ἐνδεθείς ʽμυστήριον θεῖον τοῦτὀ τὸν ὄφιν ἐχειρώσατο καὶ τὸν τύραννον ἐδουλώσατο, τὸν θάνατον, καί, τὸ παραδοξότατον, ἐκεῖνον τὸν ἄνθρωπον τὸν ἡδονῇ πεπλανημένον, τὸν τῇ φθορᾷ δεδεμένον, χερσὶν ἡπλωμέναις ἔδειξε λελυμένον. ὢ θαύματος μυστικοῦ· κέκλιται μὲν ὁ κύριος, ἀνέστη δὲ ἄνθρωπος καὶ ὁ ἐκ τοῦ παραδείσου πεσὼν μεῖζον ὑπακοῆς ἆθλον, οὐρανούς, ἀπολαμβάνει. διό μοι δοκεῖ, ἐπεὶ αὐτὸς ἧκεν ὡς ἡμᾶς οὐρανόθεν ὁ λόγος, ἡμᾶς ἐπ’ ἀνθρωπίνην ἰέναι μὴ χρῆναι διδασκαλίαν ἔτι, Ἀθήνας καὶ τὴν ἄλλην Ἑλλάδα, πρὸς δὲ καὶ Ἰωνίαν πολυπραγμονοῦντας. εἰ γὰρ ἡμῖν ὁ διδάσκαλος ὁ πληρώσας τὰ πάντα δυνάμεσιν ἁγίαις, δημιουργίᾳ σωτηρίᾳ εὐεργεσίᾳ νομοθεσίᾳ προφητείᾳ διδασκαλίᾳ, πάντα νῦν ὁ διδάσκαλος κατηχεῖ καὶ τὸ πᾶν ἤδη Ἀθῆναι καὶ Ἑλλὰς γέγονεν τῷ λόγῳ. οὐ γὰρ δὴ μύθῳ μὲν ἐπιστεύετε ποιητικῷ τὸν Μίνω τὸν Κρῆτα τοῦ Διὸς ὀαριστὴν ἀναγράφοντι, ἡμᾶς δὲ ἀπιστήσετε μαθητὰς θεοῦ γεγονότας, τὴν ὄντως ἀληθῆ σοφίαν ἐπανῃρημένους, ἣν φιλοσοφίας ἄκροι μόνον ᾐνίξαντο, οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ καὶ κατειλήφασι καὶ ἀνεκήρυξαν. καὶ δὴ καὶ πᾶς, ὡς ἔπος εἰπεῖν, ὁ Χριστὸς οὐ μερίζεται· οὔτε βάρβαρός ἐστιν οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὐκ ἄρρεν, οὐ θῆλυ· καινὸς δὲ ἄνθρωπος θεοῦ πνεύματι ἁγίῳ μεταπεπλασμένος. Εἶθ’ αἱ μὲν ἄλλαι συμβουλαί τε καὶ ὑποθῆκαι λυπραὶ καὶ περὶ τῶν ἐπὶ μέρους εἰσίν, εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ παιδοποιητέον·καθολικὴ δὲ ἄρα προτροπὴ μόνη καὶ πρὸς ὅλον δηλαδὴ τὸν βίον, ἐν παντὶ καιρῷ, ἐν πάσῃ περιστάσει πρὸς τὸ κυριώτατον τέλος, τὴν ζωήν, συντείνουσα ἡ θεοσέβεια· καθ’ ὃ καὶ μόνον ἐπάναγκές ἐστι ζῆν, ἵνα ζήσωμεν ἀεί· φιλοσοφία δέ, ᾗ φασιν οἱ πρεσβύτεροι, πολυχρόνιός ἐστι συμβουλή, σοφίας ἀίδιον μνηστευομένη ἔρωτα· ἐντολὴ δὲ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς. ἀπόλαβε τὸν Χριστόν, ἀπόλαβε τὸ βλέπειν, ἀπόλαβέ σου τὸ φῶς, ὄφρ’ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. ποθεινὸς ὁ λόγος ὁ φωτίσας ἡμᾶς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον· γλυκύς ἐστιν ὑπὲρ μέλι καὶ κηρίον. πῶς γὰρ οὐ ποθεινὸς ὁ τὸν ἐν σκότει κατορωρυγμένον νοῦν ἐναργῆ ποιησάμενος καὶ τὰ φωσφόρα τῆς ψυχῆς ἀποξύνας ὄμματα ; καὶ γὰρ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων νὺξ ἂν ἦν τὰ πάντα, οὕτως εἰ μὴ τὸν λόγον ἔγνωμεν καὶ τούτῳ κατηυγάσθημεν, οὐδὲν ἂν τῶν σιτευομένων ὀρνίθων ἐλειπόμεθα, ἐν σκότει πιαινόμενοι καὶ θανάτῳ τρεφόμενοι. χωρήσωμεν τὸ φῶς, ἵνα χωρήσωμεν τὸν θεόν· χωρήσωμεν τὸ φῶς καὶ μαθητεύσωμεν τῷ κυρίῳ. τοῦτό τοι καὶ ἐπήγγελται τῷ πατρὶ διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. ὕμνησον καὶ διήγησαί μοι τὸν πατέρα σου τὸν θεόν· σώσει σου τὰ διηγήματα, παιδεύσει με ἡ ᾠδή. ὡς μέχρι νῦν ἐπλανώμην ζητῶν τὸν θεόν, ἐπεὶ δέ με φωταγωγεῖς, κύριε, καὶ τὸν θεὸν εὑρίσκω διὰ σοῦ καὶ τὸν πατέρα ἀπολαμβάνω παρὰ σοῦ, γίνομαί σου συγκληρονόμος, ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύνθης. Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας· τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγόντες τὸν ὄντως ὄντα θεὸν ἐποπτεύσωμεν, ταύτην αὐτῷ πρῶτον ἀνυμνήσαντες τὴν φωνήν χαῖρε φῶς · φῶς ἡμῖν ἐξ οὐρανοῦ τοῖς ἐν σκότει κατορωρυγμένοις καὶ ἐν σκιᾷ θανάτου κατακεκλεισμένοις ἐξέλαμψεν ἡλίου καθαρώτερον, ζωῆς τῆς ἐνταῦθα γλυκύτερον.τὸ φῶς ἐκεῖνο ζωή ἐστιν ἀίδιος, καὶ ὅσα μετείληφεν αὐτοῦ, ζῇ, ἡ νὺξ δὲ εὐλαβεῖται τὸ φῶς καὶ δύνουσα διὰ τὸν φόβον παραχωρεῖ τῇ ἡμέρᾳ κυρίου· τὰ πάντα φῶς ἀκοίμητον γέγονεν καὶ ἡ δύσις εἰς ἀνατολὴν περιέστηκεν. τοῦτο ἡ κτίσις ἡ καινὴ βεβούληται· ὁ γὰρ τὰ πάντα καθιππεύων δικαιοσύνης ἥλιος ἐπ’ ἴσης περιπολεῖ τὴν ἀνθρωπότητα, τὸν πατέρα μιμούμενος, ὃς ἐπὶ πάντας ἀνθρώπους ἀνατέλλει τὸν ἥλιον αὐτοῦ, καὶ καταψεκάζει τὴν δρόσον τῆς ἀληθείας. οὗτος τὴν δύσιν εἰς ἀνατολὴν μετήγαγεν καὶ τὸν θάνατον εἰς ζωὴν ἀνεσταύρωσεν, ἐξαρπάσας δὲ τῆς ἀπωλείας τὸν ἄνθρωπον προσεκρέμασεν αἰθέρι, μεταφυτεύων τὴν φθορὰν εἰς ἀφθαρσίαν καὶ γῆν μεταβάλλων εἰς οὐρανούς, ὁ τοῦ θεοῦ γεωργός, δεξιὰ σημαίνων, λαοὺς δ’ ἐπὶ ἔργον ἀγαθὸν ἐγείρων, μιμνῄσκων βιότοιο ἀληθινοῦ, καὶ τὸν μέγαν ὄντως καὶ θεῖον καὶ ἀναφαίρετον τοῦ πατρὸς κλῆρον χαριζόμενος ἡμῖν, οὐρανίῳ διδασκαλίᾳ θεοποιῶν τὸν ἄνθρωπον, διδοὺς νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίαν γράφων αὐτούς. τίνας ὑπογράφει νόμους; ὅτι πάντες εἴσονται τὸν θεὸν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἵλεως, φησὶν ὁ θεός, ἔσομαι αὐτοῖς καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ. δεξώμεθα τοὺς νόμους τῆς ζωῆς, πεισθῶμεν προτρεπομένῳ θεῷ, μάθωμεν αὐτόν, ἵνα ἵλεως ᾖ, ἀποδῶμεν καὶ μὴ δεομένῳ μισθὸν εὐχάριστον εὐπαθείας, οἷόν τι ἐνοίκιον τὴν εὐσέβειαν τῷ θεῷ τῆς ἐνταῦθα ἐνοικήσεως. χρύσεα χαλκείων, ἑκατόμβοἰ ἐννεαβοίων. ὀλίγης πίστεως γῆν σοι δίδωσι τὴν τοσαύτην γεωργεῖν, ὕδωρ πίνειν καὶ ἄλλο πλεῖν, ἀέρα ἀναπνεῖν, πῦρ ὑπουργεῖν, κόσμον οἰκεῖν· ἐντεῦθεν εἰς οὐρανοὺς ἀποικίαν στείλασθαί σοι συγκεχώρηκεν· τὰ μεγάλα ταῦτα καὶ τοσαῦτά σοι δημιουργήματα καὶ χαρίσματα ὀλίγης πίστεως μεμίσθωκεν.