καὶ ἡγοῦνταί γε διὰ μὲν τοὺς τοιούτους συλληφθέντας τότε ἀποθανεῖν, διὰ δὲ τοὺς ἄλλους τοὺς συλληφθέντας ἐκφυγεῖν, ἐπεὶ εἴ γε τὴν αὐτὴν γνώμην ἅπαντες ἔσχον, οὔτʼ ἂν φυγὴ οὔτʼ ἂν κάθοδος οὔτʼ ἄλλο οὐδὲν ἂν τῶν γεγενημένων τῇ πόλει συνέβη.