περὶ δὲ τῶν ἄλλων τὴν ἐναντίαν. τεκμήριον δέ· οὐ γὰρ ἔλαττον τούτους ἡ πόλις τετίμηκε τῶν ἐπὶ Φυλὴν ἐλθόντων καὶ τὸν Πειραιᾶ καταλαβόντων. εἰκότως· τοὺς μὲν γὰρ ἴσασιν ὁποῖοι τινες ἐν δημοκρατίᾳ μόνῃ γεγένηνται, ὁποῖοι δʼ ἄν τινες ἐν ὀλιγαρχίᾳ γένοιντο, οὔπω πεῖραν εἰλήφασι· παρὰ δὲ τούτων ἑκατέρας τῆς πολιτείας ἱκανὴν βάσανον ἔχουσιν, ὥστʼ εἰκότως πιστεύειν.