εἶπε δὲ χωσαμένα τίς μοι καλὰ δένδρεα κόπτει;αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειρανδαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρίστέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλαῖδα.φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτατέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆιπότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸνὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαιναὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,χάζευ ἔφα μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖταςαἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, εἴσατο δʼ ἁ θεύς·ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.οἳ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντοδεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακταναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖταςποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόναἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι.σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει·† καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμποναἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλαὈρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηροὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακετέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα