τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκεςΔάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθεμὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;),ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;οὐ πίες οὐδʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,τρὶς δʼ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητίαὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράταἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)ποὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοίδένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωιὅσσον Ἐλευσῖνι, Τριόπαι θʼ ὅσον ὁκκόσον Ἔνναι.ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσαςἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,