τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσαλευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισαἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαιχἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώδωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίαιἔν τʼ εὐηπελίαι, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσηι.ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.