ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραιποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦςἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαιΔωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηιστὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέονταὙψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοίΒαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτοΔελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλωιβάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηργείνατʼ ἀοσσητῆρα· τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι.ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπενοὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλάλύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπειπίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.