πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβουἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππουςἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγεςδεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλωνβοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτεςοἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντοἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖκτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξεκαλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶνΚυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸνἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωικαὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶιδεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσεινἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαοἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρηςοὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληιθῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοίὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί