τί οὖν ἐκώλυε καλὴν ἁρμονίαν εἶναι λέξεως, ἐν ᾗ μήτε πυρρίχιός ἐστι ποὺς μήτε ἰαμβικὸς μήτε ἀμφίβραχυς μήτε τῶν χορείων ἢ τροχαίων μηδείς; καὶ οὐ λέγω τοῦτο, ὅτι τῶν ἀνδρῶν ἐκείνων ἕκαστος οὐ κέχρηταί ποτε καὶ τοῖς ἀγεννεστέροις ῥυθμοῖς ʽκέχρηται γάῤ, ἀλλʼ εὖ συγκεκρύφασιν αὐτοὺς καὶ συνυφάγκασι διαλαβόντες τοῖς κρείττοσι τοὺς χείρονας. οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δʼ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος ὁ Μάγνης ὁ σοφιστὴς Ἡγησίας· ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς ἢ εὐγενεῖς ῥυθμοί, ἢ τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστʼ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, ὃ καὶ μᾶλλον πείθομαι· ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε. ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἃ διʼ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ διʼ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ. θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δʼ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δʼ ὃ λαμβάνει πρᾶγμα ὁ σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρόνῳ.φερόμενος δʼ ὑπʼ ὀργῆς τούς τʼ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδʼ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν ὁ σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ἢ ταπεινῶς καὶ καταγελάστως. ὁ δὲ βασιλεὺς ἔχων τὸ σύνταγμα προηγεῖτο. καί πως ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις, ἀπαντᾶν ἐπιόντι· τοῦτο γὰρ ἔγνωστο, κρατήσασιν ἑνὸς συνεκβαλεῖν καὶ τὸ πλῆθος. ἡ μὲν οὖν ἐλπὶς αὕτη συνέδραμεν εἰς τόλμαν, ὥστʼ Ἀλέξανδρον μηδέποτε κινδυνεῦσαι πρότερον οὕτως. ἀνὴρ γὰρ τῶν πολεμίων εἰς γόνατα συγκαμφθεὶς ἔδοξεν τοῦτʼ Ἀλεξάνδρῳ τῆς ἱκετείας ἕνεκα πρᾶξαι. προσέμενος δʼ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος, ὥστε γενέσθαι τὴν πληγὴν οὐ καιριωτάτην. ἀλλὰ τὸν μὲν αὐτὸς ἀπώλεσεν κατὰ κεφαλῆς τύπτων τῇ μαχαίρᾳ, τοὺς δʼ ἄλλους ὀργὴ πρόσφατος ἐπίμπρα. οὕτως ἄρα ἑκάστου τὸν ἔλεον ἐξέστησεν ἡ τοῦ τολμήματος ἀπόνοια τῶν μὲν ἰδόντων, τῶν δʼ ἀκουσάντων, ὥσθʼ ἑξακισχιλίους ὑπὸ τὴν σάλπιγγα ἐκείνην τῶν βαρβάρων κατακοπῆναι. τὸν μέντοι Βαῖτιν αὐτὸν ἀνήγαγον ζῶντα Λεόνατος καὶ Φιλωτᾶς. ἰδὼν δὲ πολύσαρκον καὶ μέγαν καὶ βλοσυρωπόν ʽμέλας γὰρ ἦν καὶ τὸ χρῶμἀ, μισήσας ἐφʼ οἷς ἐβεβούλευτο καὶ τὸ εἶδος ἐκέλευσεν διὰ τῶν ποδῶν χαλκοῦν ψάλιον διείραντας ἕλκειν κύκλῳ γυμνόν. πιλούμενος δὲ κακοῖς περὶ πολλὰς τραχύτητας ἔκραζεν. αὐτὸ δʼ ἦν, ὃ λέγω, τὸ συνάγον ἀνθρώπους. ἐπέτεινε μὲν γὰρ ὁ πόνος, βάρβαρον δʼ ἐβόα, δεσπότην καθικετεύων· γελᾶν δὲ ὁ σολοικισμὸς ἐποίει. τὸ δὲ στέαρ καὶ τὸ κύτος τῆς σαρκὸς ἀνέφαινε Βαβυλώνιον ζῷον ἕτερον ἁδρόν.ὁ μὲν οὖν ὄχλος ἐνέπαιζε, στρατιωτικὴν ὕβριν ὑβρίζων εἰδεχθῆ καὶ τῷ τρόπῳ σκαιὸν ἐχθρόν . ἆρά γε ὅμοια ταῦτʼ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον· εἰς ἀναίσθητον γὰρ σῶμα ἡ ὕβρις· ἀλλʼ ὅμως ἄξιον ἐστὶν ἰδεῖν, ὅσῳ διενήνοχεν ὁ ποιητὴς τοῦ σοφιστοῦ· ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα· ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δʼ ἔδησε· κάρη δʼ ἕλκεσθαι ἔασεν. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἄκοντε πετέσθην. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστʼ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης. οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπʼ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ ὁ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν ἢ κατεαγότων ἀνθρώπων λέγοιτʼ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλʼ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; ἡ τῶν ῥυθμῶν διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος ἢ ἀδόκιμος, ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει. εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι.