ὧν δʼ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν ʽοὐ γὰρ δὴ τὴν ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκἀ, ταῦτʼ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθʼ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. δῆλον. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατʼ εὐχήν· εἰ δʼ ἀναγκαῖον εἴη μίσγειν τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται ʽτὰ γὰρ ὀνόματα κεῖται τοῖς πράγμασιν ὡς ἔτυχεν̓, οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου. μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν ὁ λόγος λάβῃ. ἔσται δʼ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν . τί οὖν ἐστιν ὃ πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, ὁ δὲ τέταρτος ἀνάπαιστος, ὁ δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτʼ ἐστὶ σεμνόν· τὸ δὲ ἑξῆς τουτί ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτʼ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφʼ ἧς τελειοῦται τὸ κῶλον·ὥστʼ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλον ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν ἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δʼ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστʼ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς. τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταυτηνὶ τίνι ποτὲ ἄλλῳ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν εἶναι φαίη τις ἂν καὶ καλήν, εἰ μὴ τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; ἔστι γὰρ δὴ τῶν πάνυ φανερῶν καὶ περιβοήτων, ᾗ κέχρηται ὁ ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχήν· ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς· ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν . ἐν τούτοις δύο μέν ἐστιν ἃ συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε· βακχεῖος μὲν ὁ πρῶτος· οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμʼ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος ὅτι οὐκ ἐπιτροχάλους καὶ ταχεῖς ἀλλʼ ἀναβεβλημένους καὶ βραδεῖς τοῖς οἰκτιζομένοις προσῆκεν ἀποδίδοσθαι τοὺς χρόνους· σπονδεῖος δʼ ὁ δεύτερος· ὁ δʼ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλοιφῆς· εἶθʼ ὁ μετὰ τοῦτον σπονδεῖος· ὁ δʼ ἑξῆς μᾶλλον κρητικὸς ἢ ἀνάπαιστος· ἔπειθʼ, ὡς ἐμὴ δόξα, σπονδεῖος· ὁ δὲ τελευταῖος ὑποβάκχειος, εἰ δὲ βούλεταί τις, ἀνάπαιστος· εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐδὲ ἀγεννής. τοῦ δὲ ἑξῆς κώλου τουδί ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν δύο μέν εἰσιν οἱ πρῶτοι πόδες κρητικοί, σπονδεῖοι δὲ οἱ μετὰ τούτους δύο· μεθʼ οὓς αὖθις κρητικός, ἔπειτα τελευταῖος ὑποβάκχειος.ἀνάγκη δὴ τὸν ἐξ ἁπάντων συγκείμενον καλῶν ῥυθμῶν καλὸν εἶναι λόγον. μυρία τοιαῦτʼ ἔστιν εὑρεῖν καὶ παρὰ Πλάτωνι. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος, καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν ἢ παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἢ ἀμφήριστον ἔθηκεν. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν, ὑπὲρ ὧν ἑτέρωθί μοι δηλοῦται σαφέστερον. συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος. ἑνὸς ἔτι παραθήσομαι λέξιν, ᾧ τὰ ἀριστεῖα τῆς ἐν λόγοις δεινότητος ἀποδίδωμι. ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως ὁ Δημοσθένης. ἐν δὴ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν ἐστιν ἃ τὴν πρώτην περίοδον συμπληροῖ κῶλα, οἱ δὲ ταῦτα καταμετροῦντες οἵδέ εἰσιν ῥυθμοί· πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις . ἄρχει δὲ τοῦ κώλου βακχεῖος ῥυθμός, ἔπειθʼ ἕπεται σπονδεῖος, εἶτʼ ἀνάπαιστός τε καὶ μετὰ τοῦτον ἕτερος σπονδεῖος, εἶθʼ ἑξῆς κρητικοὶ τρεῖς, σπονδεῖος δʼ ὁ τελευταῖος. τοῦ δὲ δευτέρου κώλου τοῦδε ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν πρῶτος μὲν ὑποβάκχειός ἐστι πούς, εἶτα βακχεῖος, εἰ δὲ βούλεταί τις, δάκτυλος· εἶτα κρητικός· μεθʼ οὕς εἰσι δύο σύνθετοι πόδες οἱ καλούμενοι παιᾶνες· οἷς ἕπεται μολοττὸς ἢ βακχεῖος, ἐγχωρεῖ γὰρ ἑκατέρως αὐτὸν διαιρεῖν· τελευταῖος δὲ σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦδε τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα ἄρχουσι μὲν ὑποβάκχειοι δύο, ἕπεται δὲ κρητικός, ᾧ συνῆπται σπονδεῖος· εἶτʼ αὖθις βακχεῖος ἢ κρητικός, καὶ τελευταῖος πάλιν κρητικός, εἶτα κατάληξις.