ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,μελέται δὲ πόνων καὶ τὸ σύνηθεςτοὺς ποδαγρῶντας παραμυθείσθω.ὅθεν εὐθύμως, ὦ σύγκληροι,λήσεσθε πόνων,εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντωνἐμπαιξόμενος καὶ σκωπτόμενος·τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.