ἀλλὰ τίς ὁ σπουδῇ προσιὼν οὗτός ἐστιν, ὁ χαλκοῦς, ὁ εὔγραμμος καὶ εὐπερίγραφος, ὁ ἀρχαῖος τὴν ἀνάδεσιν τῆς κόμης; μᾶλλον δὲ ὁ σός, ὦ Ἑρμῆ, ἀδελφός ἐστιν, ὁ ἀγοραῖος, ὁ παρὰ τὴν Ποικίλην· πίττης γοῦν ἀναπέπλησται ὁσημέραι ἐκματτόμενος ὑπὸ τῶν ἀνδριαντοποιῶν. τί, ὦ παῖ, δρομαῖος ἡμῖν ἀφῖξαι; ἦ πού τι ἐκ γῆς νεώτερον ἀπαγγέλλεις; ὑπέρμεγα, ὦ Ζεῦ, καὶ μυρίας τῆς σπουδῆς δεόμενον. λέγε ἤδη, εἴ τι καὶ ἄλλο ἡμᾶς ἐπανιστάμενον λέληθεν. ἐτύγχανον μὲν ἄρτι χαλκουργῶν ὕπο πιττούμενος στέρνον τε καὶ μετάφρενον· θώραξ δέ μοι γελοῖος ἀμφὶ σώματι πλασθεὶς παρῃώρητο μιμηλῇ τέχνῃ σφραγῖδα χαλκοῦ πᾶσαν ἐκτυπούμενος· ὁρῶ δʼ ὄχλον στείχοντα καί τινας δύο ὠχροὺς κεκράκτας, πυγμάχους σοφισμάτων, Δᾶμίν τε καὶ — παῦε, ὦ Ἑρμαγόρα βέλτιστε, τραγῳδῶν· οἶδα γὰρ οὕστινας λέγεις. ἀλλʼ ἐκεῖνό μοι φράσον, εἰ πάλαι συγκροτεῖται αὐτοῖς ἡ ἔρις. οὐ πάνυ, ἀλλʼ ἐν ἀκροβολισμοῖς ἔτι ἦσαν ἀποσφενδονῶντες ἀλλήλοις πόρρωθέν ποθεν λοιδορούμενοι. τί οὖν ἔτι ποιεῖν λοιπόν, ὦ θεοί, ἢ ἀκροάσασθαι ἐπικύψαντας αὐτῶν; ὥστε ἀφαιρείτωσαν αἱ Ὧραι τὸν μοχλὸν ἤδη καὶ ἀπάγουσαι τὰ νέφη ἀναπεταννύτωσαν τὰς πύλας τοῦ οὐρανοῦ.