Ὦ Ζεῦ, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς, ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμʼ ἔχων; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων, μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας. ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη, τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν, ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς; οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος, οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική, ἣν οὐκ ἰαμβείοις ὑπερπαίω δέκα. Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου; ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα, σύ τʼ, ὦ Προμηθεῦ, οἷά μʼ εἴργασαι κακά. τί δʼ ἐστί; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς. ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί ῥέξεις; Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν.