ταῦτʼ ἔσται κατὰ δύναμιν. Θεαίτητος κάθηται. μῶν μὴ μακρὸς ὁ λόγος; οὔκ, ἀλλὰ μέτριος. σὸν ἔργον δὴ φράζειν περὶ οὗ τʼ ἐστὶ καὶ ὅτου. δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός. τί δὲ ὅδʼ αὖ; ποῖος; Θεαίτητος, ᾧ νῦν ἐγὼ διαλέγομαι, πέτεται. καὶ τοῦτον οὐδʼ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ. ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων. ναί. τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι; τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ. λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ. τί μήν; ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων. ναί. τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει. σχεδόν. ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα. κομιδῇ μὲν οὖν. ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι. νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν. ἔπειτα δέ γε τινός. οὕτως. εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός. πῶς γάρ; μηδενὸς δέ γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν· ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον. ὀρθότατα. περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ὡς ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής. ἀληθέστατα μὲν οὖν. τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; πῶς; ὧδʼ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτʼ ἔστιν καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων. δίδου μόνον. οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια; πάνυ μὲν οὖν. τὸ δέ γʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος; ἀληθῆ. καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν— τὸ ποῖον;φάσιν τε καὶ ἀπόφασιν. ἴσμεν.