τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν. εἰπὲ ἑκάτερον. τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που λέγομεν. ναί. τὸ δέ γʼ ἐπʼ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα. κομιδῇ μὲν οὖν. οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτὲ λόγος, οὐδʼ αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων. ταῦτʼ οὐκ ἔμαθον. δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμολόγεις· ἐπεὶ τοῦτʼ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε λεγόμενα ταῦτα οὐκ ἔστι λόγος. πῶς; οἷον βαδίζει τρέχει καθεύδει, καὶ τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὔτʼ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται. πῶς γάρ; οὐκοῦν καὶ πάλιν ὅταν λέγηται λέων ἔλαφος ἵππος, ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγος· οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτʼ ἐκείνως πρᾶξιν οὐδʼ ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ. τότε δʼ ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων ὁ πρῶτός τε καὶ σμικρότατος. πῶς ἄρʼ ὧδε λέγεις; ὅταν εἴπῃ τις· ἄνθρωπος μανθάνει, λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον; ἔγωγε. δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνομένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. διὸ λέγειν τε αὐτὸν ἀλλʼ οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον. ὀρθῶς. οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δʼ οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο. παντάπασι μὲν οὖν. ἔτι δὴ σμικρὸν τόδε. τὸ ποῖον; λόγον ἀναγκαῖον, ὅτανπερ ᾖ, τινὸς εἶναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον. οὕτως. οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ; πῶς δʼ οὔ; προσέχωμεν δὴ τὸν νοῦν ἡμῖν αὐτοῖς. δεῖ γοῦν.λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει διʼ ὀνόματος καὶ ῥήματος· ὅτου δʼ ἂν ὁ λόγος ᾖ, σύ μοι φράζειν.