ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον,τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρπνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξωὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέρονταπὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαιναζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰπολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτεςαἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνιςαἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθειπαγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες