Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις·ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες.μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε·ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησονστήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇλεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμαχιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳθνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντοκαὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίταλυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληταιπενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νινἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖταιἈσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο,στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶχιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήραπάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδειαἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,