σιώπα.σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃπερὶ τὴν κεφαλήν; μή νυν ζῴην.ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼνἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,κᾆτα σιώπακαὶ τοῦτον τὸν καλαθίσκον.κᾆτα ξαίνειν ξυζωσάμενοςκυάμους τρώγων·πόλεμος δὲ γυναιξὶ μελήσει.αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂνἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναιμετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷςἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολιςἀρετὴ φρόνιμος.ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτηἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.τί ποιησάσας;ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισινἀγοράζοντας καὶ μαινομένους.νὴ τὴν Παφίαν Ἀφροδίτην.νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίωςπεριέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.καὶ μὴν τό γε πρᾶγμα γέλοιον,ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππουἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ