δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψαςδέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦπὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθενἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος·Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇαὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.