ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίσηδενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηναΠᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχεκαὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶονἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρωννήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσινὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισιθρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν.σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποιφοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳμέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸνλυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖςἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθοςεὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλωνἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευενἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼννύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισινἙρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνηδεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε