ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει·πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευονγῇ πελάαν· ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸςδεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρουδεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν,ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχονταἔσταν ἄρ’ ἐκπληγέντες· ὃ δ’ ἐξαπίνης ἐπορούσαςἀρχὸν ἕλ’, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντεςπάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσαςἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρΚαδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστισεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.