ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιοἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοιςπορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸςληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντεςνεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντεςεἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήωνεἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτονχειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητοὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσαςαὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες,καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλωνἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσινεἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνηςαὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶςὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸςσύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρονἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴνἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάνταοὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλακαττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαινανἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθηἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶβότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,