διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον; ἦ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.